Add parallel Print Page Options

13 Ἡμερῶν δὲ διαγενομένων τινῶν Ἀγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν ἀσπασάμενοι τὸν Φῆστον. 14 ὡς δὲ πλείους ἡμέρας [a]διέτριβον ἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον λέγων· Ἀνήρ τίς ἐστιν καταλελειμμένος ὑπὸ Φήλικος δέσμιος, 15 περὶ οὗ γενομένου μου εἰς Ἱεροσόλυμα ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, αἰτούμενοι κατ’ αὐτοῦ [b]καταδίκην· 16 πρὸς οὓς ἀπεκρίθην ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα [c]ἄνθρωπον πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος. 17 συνελθόντων [d]οὖν ἐνθάδε ἀναβολὴν μηδεμίαν ποιησάμενος τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα· 18 περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν [e]ἔφερον ὧν [f]ἐγὼ ὑπενόουν [g]πονηρῶν, 19 ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτὸν καὶ περί τινος Ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν ὁ Παῦλος ζῆν. 20 ἀπορούμενος δὲ ἐγὼ τὴν περὶ [h]τούτων ζήτησιν ἔλεγον εἰ βούλοιτο πορεύεσθαι εἰς [i]Ἱεροσόλυμα κἀκεῖ κρίνεσθαι περὶ τούτων. 21 τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν, ἐκέλευσα τηρεῖσθαι αὐτὸν ἕως οὗ [j]ἀναπέμψω αὐτὸν πρὸς Καίσαρα. 22 Ἀγρίππας δὲ πρὸς τὸν [k]Φῆστον· Ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι. [l]Αὔριον, φησίν, ἀκούσῃ αὐτοῦ.

23 Τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον σύν [m]τε χιλιάρχοις καὶ ἀνδράσιν τοῖς κατ’ [n]ἐξοχὴν τῆς πόλεως καὶ κελεύσαντος τοῦ Φήστου ἤχθη ὁ Παῦλος. 24 καί φησιν ὁ Φῆστος· Ἀγρίππα βασιλεῦ καὶ πάντες οἱ συμπαρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτον περὶ οὗ [o]ἅπαν τὸ πλῆθος τῶν Ἰουδαίων [p]ἐνέτυχόν μοι ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε, [q]βοῶντες μὴ δεῖν [r]αὐτὸν ζῆν μηκέτι. 25 ἐγὼ δὲ [s]κατελαβόμην μηδὲν ἄξιον [t]αὐτὸν θανάτου πεπραχέναι, [u]αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστὸν ἔκρινα [v]πέμπειν. 26 περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω· διὸ προήγαγον αὐτὸν ἐφ’ ὑμῶν καὶ μάλιστα ἐπὶ σοῦ, βασιλεῦ Ἀγρίππα, ὅπως τῆς ἀνακρίσεως γενομένης σχῶ τί [w]γράψω· 27 ἄλογον γάρ μοι δοκεῖ πέμποντα δέσμιον μὴ καὶ τὰς κατ’ αὐτοῦ αἰτίας σημᾶναι.

26 Ἀγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη· Ἐπιτρέπεταί σοι [x]ὑπὲρ σεαυτοῦ λέγειν. τότε ὁ Παῦλος [y]ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο· Περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ Ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον ἐπὶ σοῦ μέλλων [z]σήμερον ἀπολογεῖσθαι, μάλιστα γνώστην ὄντα σε πάντων τῶν κατὰ Ἰουδαίους [aa]ἐθῶν τε καὶ ζητημάτων· διὸ [ab]δέομαι μακροθύμως ἀκοῦσαί μου.

Τὴν μὲν οὖν βίωσίν μου [ac]τὴν ἐκ νεότητος τὴν ἀπ’ ἀρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἔν [ad]τε Ἱεροσολύμοις ἴσασι [ae]πάντες Ἰουδαῖοι, προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσι μαρτυρεῖν, ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα Φαρισαῖος. καὶ νῦν ἐπ’ ἐλπίδι τῆς [af]εἰς τοὺς πατέρας [ag]ἡμῶν ἐπαγγελίας γενομένης ὑπὸ τοῦ θεοῦ ἕστηκα κρινόμενος, εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐν ἐκτενείᾳ νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι· περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι [ah]ὑπὸ Ἰουδαίων, βασιλεῦ· τί ἄπιστον κρίνεται παρ’ ὑμῖν εἰ ὁ θεὸς νεκροὺς ἐγείρει;

Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι· 10 ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις, καὶ πολλούς [ai]τε τῶν ἁγίων ἐγὼ [aj]ἐν φυλακαῖς κατέκλεισα τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών, ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον, 11 καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτοὺς ἠνάγκαζον βλασφημεῖν, περισσῶς τε ἐμμαινόμενος αὐτοῖς ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις.

12 Ἐν [ak]οἷς πορευόμενος εἰς τὴν Δαμασκὸν μετ’ ἐξουσίας καὶ ἐπιτροπῆς [al]τῆς τῶν ἀρχιερέων 13 ἡμέρας μέσης κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους· 14 πάντων [am]τε καταπεσόντων ἡμῶν εἰς τὴν γῆν ἤκουσα φωνὴν [an]λέγουσαν πρός [ao]με τῇ Ἑβραΐδι διαλέκτῳ· Σαοὺλ Σαούλ, τί με διώκεις; σκληρόν σοι πρὸς κέντρα λακτίζειν. 15 ἐγὼ δὲ εἶπα· Τίς εἶ, κύριε; ὁ δὲ [ap]κύριος εἶπεν· Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις· 16 ἀλλὰ ἀνάστηθι καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδές [aq]με ὧν τε ὀφθήσομαί σοι, 17 ἐξαιρούμενός σε ἐκ τοῦ λαοῦ καὶ [ar]ἐκ τῶν ἐθνῶν, εἰς οὓς ἐγὼ [as]ἀποστέλλω σε 18 ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ [at]ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ.

19 Ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ, 20 ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτόν [au]τε καὶ Ἱεροσολύμοις, [av]πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας, καὶ τοῖς ἔθνεσιν [aw]ἀπήγγελλον μετανοεῖν καὶ ἐπιστρέφειν ἐπὶ τὸν θεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας. 21 ἕνεκα τούτων [ax]με Ἰουδαῖοι [ay]συλλαβόμενοι ἐν τῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι. 22 ἐπικουρίας οὖν τυχὼν τῆς [az]ἀπὸ τοῦ θεοῦ ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα μαρτυρόμενος μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ Μωϋσῆς, 23 εἰ παθητὸς ὁ χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ [ba]τε λαῷ καὶ τοῖς ἔθνεσιν.

24 Ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ [bb]φησιν· Μαίνῃ, Παῦλε· τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει. 25 ὁ δὲ [bc]Παῦλος· Οὐ μαίνομαι, φησίν, κράτιστε Φῆστε, ἀλλὰ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι. 26 ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεύς, πρὸς ὃν [bd]καὶ παρρησιαζόμενος λαλῶ· λανθάνειν γὰρ [be]αὐτὸν τούτων οὐ πείθομαι [bf]οὐθέν, οὐ γάρ [bg]ἐστιν ἐν γωνίᾳ πεπραγμένον τοῦτο. 27 πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; οἶδα ὅτι πιστεύεις. 28 ὁ δὲ Ἀγρίππας πρὸς τὸν [bh]Παῦλον· Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν [bi]ποιῆσαι. 29 ὁ δὲ [bj]Παῦλος· Εὐξαίμην ἂν τῷ θεῷ καὶ ἐν ὀλίγῳ καὶ ἐν [bk]μεγάλῳ οὐ μόνον σὲ ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσθαι τοιούτους ὁποῖος καὶ ἐγώ εἰμι παρεκτὸς τῶν δεσμῶν τούτων.

30 [bl]Ἀνέστη [bm]τε ὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν ἥ τε Βερνίκη καὶ οἱ συγκαθήμενοι αὐτοῖς, 31 καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους λέγοντες ὅτι Οὐδὲν θανάτου [bn]ἢ δεσμῶν ἄξιον [bo]τι πράσσει ὁ ἄνθρωπος οὗτος. 32 Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη· Ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος εἰ μὴ ἐπεκέκλητο Καίσαρα.

Footnotes

  1. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 25:14 διέτριβον WH Treg NIV ] διέτριβεν RP
  2. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 25:15 καταδίκην WH Treg NIV ] δίκην RP
  3. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 25:16 ἄνθρωπον WH Treg NIV ] + εἰς ἀπώλειαν RP
  4. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 25:17 οὖν WH ] + αὐτῶν Treg NIV RP
  5. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 25:18 ἔφερον WH Treg NIV ] ἐπέφερον RP
  6. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 25:18 ἐγὼ ὑπενόουν WH Treg NIV ] ὑπενόουν ἐγὼ RP
  7. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 25:18 πονηρῶν WH Treg NIV ] – RP
  8. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 25:20 τούτων WH Treg NIV ] τούτου RP
  9. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 25:20 Ἱεροσόλυμα WH Treg NIV ] Ἱερουσαλήμ RP
  10. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 25:21 ἀναπέμψω WH Treg NIV ] πέμψω RP
  11. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 25:22 Φῆστον WH Treg NIV ] + ἔφη RP
  12. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 25:22 Αὔριον WH Treg NIV ] Ὁ δέ Αὔριον RP
  13. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 25:23 τε WH Treg NIV ] + τοῖς RP
  14. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 25:23 ἐξοχὴν WH Treg NIV ] + οὖσιν RP
  15. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 25:24 ἅπαν WH Treg NIV ] πᾶν RP
  16. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 25:24 ἐνέτυχόν Treg NIV RP ] ἐνέτυχέν WH
  17. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 25:24 βοῶντες WH Treg NIV ] ἐπιβοῶντες RP
  18. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 25:24 αὐτὸν ζῆν WH Treg NIV ] ζῆν αὐτὸν RP
  19. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 25:25 κατελαβόμην WH Treg NIV ] καταλαβόμενος RP
  20. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 25:25 αὐτὸν θανάτου WH Treg NIV ] θανάτου αὐτὸν RP
  21. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 25:25 αὐτοῦ WH Treg NIV ] καὶ αὐτοῦ RP
  22. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 25:25 πέμπειν WH Treg NIV ] + αὐτόν RP
  23. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 25:26 γράψω WH Treg NIV ] γράψαι RP
  24. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:1 ὑπὲρ WH RP ] περὶ Treg NIV
  25. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:1 ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο WH Treg NIV ] ἀπελογεῖτο ἐκτείνας τὴν χεῖρα RP
  26. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:2 σήμερον ἀπολογεῖσθαι WH Treg NIV ] ἀπολογεῖσθαι σήμερον RP
  27. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:3 ἐθῶν WH Treg NIV ] ἠθῶν RP
  28. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:3 δέομαι WH Treg NIV ] + σου RP
  29. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:4 τὴν NIV RP ] – WH Treg
  30. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:4 τε WH Treg NIV ] – RP
  31. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:4 πάντες WH Treg ] + οἱ NIV RP
  32. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:6 εἰς WH Treg NIV ] πρὸς RP
  33. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:6 ἡμῶν WH Treg NIV ] – RP
  34. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:7 ὑπὸ Ἰουδαίων βασιλεῦ WH Treg NIV ] βασιλεῦ Ἀγρίππα ὑπὸ Ἰουδαίων RP
  35. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:10 τε WH Treg NIV ] – RP
  36. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:10 ἐν WH Treg NIV ] – RP
  37. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:12 οἷς WH Treg NIV ] + καὶ RP
  38. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:12 τῆς WH Treg NIV ] + παρὰ RP
  39. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:14 τε WH Treg NIV ] δὲ RP
  40. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:14 λέγουσαν WH Treg NIV ] λαλοῦσαν RP
  41. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:14 με WH Treg NIV ] + καὶ λέγουσαν RP
  42. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:15 κύριος WH Treg NIV ] – RP
  43. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:16 με WH NIV ] – Treg RP
  44. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:17 ἐκ WH Treg NIV ] – RP
  45. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:17 ἀποστέλλω σε WH Treg NIV ] σε ἀποστέλλω RP
  46. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:18 ἐπιστρέψαι WH Treg NIV ] ὑποστρέψαι RP
  47. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:20 τε WH Treg NIV ] – RP
  48. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:20 πᾶσάν WH Treg NIV ] εἰς πᾶσάν RP
  49. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:20 ἀπήγγελλον WH Treg NIV ] ἀπαγγέλλων RP
  50. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:21 με Ἰουδαῖοι WH Treg NIV ] οἱ Ἰουδαῖοι με RP
  51. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:21 συλλαβόμενοι WH Treg RP ] + ὄντα NIV
  52. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:22 ἀπὸ WH Treg NIV ] παρὰ RP
  53. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:23 τε WH Treg NIV ] – RP
  54. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:24 φησιν WH Treg NIV ] ἔφη RP
  55. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:25 Παῦλος WH Treg NIV ] – RP
  56. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:26 καὶ Treg NIV RP ] – WH
  57. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:26 αὐτὸν WH ] + τι Treg NIV RP
  58. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:26 οὐθέν WH Treg NIV ] οὐδέν RP
  59. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:26 ἐστιν WH Treg NIV ] – RP
  60. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:28 Παῦλον WH Treg NIV ] + ἔφη RP
  61. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:28 ποιῆσαι WH Treg NIV ] γενέσθαι RP
  62. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:29 Παῦλος WH Treg NIV ] + εἶπεν RP
  63. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:29 μεγάλῳ WH Treg NIV ] πολλῷ RP
  64. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:30 Ἀνέστη WH Treg NIV ] Καὶ ταῦτα εἰπόντος αὐτοῦ ἀνέστη RP
  65. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:30 τε WH Treg NIV ] – RP
  66. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:31 ἢ δεσμῶν ἄξιον WH Treg NIV ] ἄξιον ἢ δεσμῶν RP
  67. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 26:31 τι NIV ] – WH Treg RP